1.

[7.368] καθὰ γὰρ ἡ προσπεσοῦσα τῇ σαρκὶ μάστιξ ἀλγύνει μὲν τὴν σάρκα, οὐχὶ δὲ καὶ ἀλγηδών ἐστιν, καὶ ὡς τὸ σιτίον ἢ τὸ ποτὸν ἥδει μὲν τὸν φαγόντα ἢ πιόντα, οὐκ ἔστι δὲ ἡδονή, οὕτω καὶ τὸ πῦρ θερμαίνειν μὲν δύναται, οὐχὶ δέ γε καὶ ἐξ ἀνάγκης θερμὸν εἶναι, καὶ τὸ μέλι γλυκάζειν μέν, οὐχὶ δὲ καὶ γλυκὺ τυγχάνειν˙ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος. ἀλλ' εἴπερ, ἵνα γνῶμεν τἀληθές, δεῖ τι εἶναι ἐναργές, δέδεικται δὲ πάντα ἄδηλα, ὁμολογητέον ἄγνωστον εἶναι τἀληθές.