1.

[7.369] Πῶς δὲ οὐχὶ καὶ ἡ περὶ τῶν ἀνωτάτω πραγμάτων διάστασις παρὰ τοῖς φιλοσόφοις ἀφαιρεῖται τὴν τῆς ἀληθείας γνῶσιν; εἰ γὰρ τῶν φυσικῶν οἱ μὲν πάντα ἀνῃρήκασι τὰ φαινόμενα, ὡς οἱ περὶ Δημόκριτον (Cfr. §§ 135-40 et 68 B 9 Diels-Kranz), οἱ δὲ πάντα ἔθεσαν, ὡς οἱ περὶ τὸν Ἐπίκουρον (Cfr. §§ 201-216) καὶ Πρωταγόραν (Cfr. §§ 60-64), οἱ δὲ τινὰ μὲν ἀνεῖλον τινὰ δὲ ἔθεσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς (Cfr. §227sqq.) καὶ τοῦ Περιπάτου (Cfr. § 217), πάντῃ τε καὶ πάντως, ἐάν τε τὴν διάνοιαν ἐάν τε τὴν αἴσθησιν ἐάν τε τὸ συναμφότερον ὑπόθηταί τις κριτήριον, δεῖ πρῶτον εἰς τὴν τούτων κρίσιν ἤτοι φαινόμενόν τι παραληφθῆναι ἢ ἄδηλον. ἀλλὰ φαινόμενον μὲν οὐχ οἷόν τε˙ ἐκ γὰρ τῆς ἀμφισβητουμένης ὕλης ὑπάρχον ἀμφισβητήσιμον ἔσται καὶ διὰ τοῦτο οὐ κριτήριον. εἰ δὲ ἄδηλον, ἀνέστραπται τὰ πράγματα, εἰ ἐκ τοῦ μὴ γιγνωσκομένου βεβαιοῦται τὸ δοκοῦν γιγνώσκεσθαι˙ ὅπερ ἄτοπον.