1.

[7.370] (§§ 370-379 Cfr. PH II 70) Πλὴν συγκεχωρήσθω γε ἡ τἀνθρώπου καὶ τῶν αἰσθήσεων καὶ τῆς διανοίας ὑπόστασις εἰς τὸ προβαίνειν τὴν τῶν δογματικῶν ἀξίωσιν. ἀλλ' ἵνα καὶ διὰ τούτων τι γνωσθῇ, δεῖ τὸ τρίτον ὁμολογῆσαι κριτήριον, τουτέστι φαντασίαν˙ οὔτε γὰρ ἡ αἴσθησις οὔτε ὁ νοῦς δίχα τοῦ φανταστικῶς ἑτεροιοῦσθαι δύναταί τισιν ἐπιβάλλειν (Cfr. § 344).