1.

[7.371] καὶ τοῦτο δὲ τὸ κριτήριον πολλῆς ἀπορίας ἐστὶ πλῆρες, ὡς πάρεστι σκοπεῖν τάξει τὴν ἀρχὴν τῶν λόγων ἄνωθεν ποιησαμένοις. ἐπεὶ γὰρ τῶν τῇ φαντασίᾳ τὰ πράγματα κανονιζόντων οἱ (Cfr. § 277 sqq.) μὲν τῇ καταληπτικῇ προσέσχον οἱ (Cfr. § 174 sqq.) δὲ τῇ πιθανῇ, τὸ κοινὸν ἀμφοτέρων γένος ἡμεῖς ἐκλαβόντες, τουτέστιν αὐτὴν τὴν φαντασίαν, ἀναιρῶμεν˙