1.

[7.373] καὶ εἰ μὲν κατ' ἐξοχὴν καὶ εἰσοχὴν ὑφίσταται, ταῦτα ἀκολουθήσει τὰ ἄτοπα ἅπερ φασὶν οἱ περὶ τὸν Χρύσιππον. εἰ γὰρ κηροῦ τρόπον τυποῦται ἡ ψυχὴ φανταστικῶς πάσχουσα, ἀεὶ τὸ ἔσχατον κίνημα ἐπισκοτήσει τῇ προτέρᾳ φαντασίᾳ, ὥσπερ καὶ ὁ τῆς δευτέρας σφραγῖδος τύπος ἐξαλειπτικός ἐστι τοῦ προτέρου. ἀλλ' εἰ τοῦτο, ἀναιρεῖται μὲν μνήμη (Cfr.
SVF fr. I 64 Arn. (ed).
), θησαυρισμὸς οὖσα φαντασιῶν (Cfr. PH III 241), ἀναιρεῖται δὲ πᾶσα τέχνη˙ σύστημα γὰρ ἦν καὶ ἄθροισμα καταλήψεων, πλείονας δὲ φαντασίας καὶ διαφόρους οὐ δυνατὸν ὑποστῆναι περὶ τὸ ἡγεμονικόν, ἄλλοτε ἄλλων νοουμένων τῶν περὶ αὐτὸ τύπων. οὐ τοίνυν ἡ κυρίως νοουμένη τύπωσίς ἐστι φαντασία.