1.

[7.374] ἄλλως τε, εἰ ὄψις ἐστὶ τῶν ἀδήλων τὰ φαινόμενα (Cfr. § 358), θεωροῦμεν δὲ τὰ πολὺ παχυμερέστερα τοῦ πνεύματος (Cfr. PH II 81; II 70) τῶν φαινομένων σώματα μηδ' ὁντινοῦν περὶ αὑτοῖς τύπον δυνάμενα τηρεῖν, εὔλογόν ἐστι μηδὲ τὸ πνεῦμα ἕνα μόνον τινὰ 〈περὶ〉 αὑτῷ φαντασίας τύπον φυλάττειν. καὶ μὴν τὸ ὕδωρ παχυμερέστερόν ἐστι πνεύματος˙ ἀλλ' οὐδέποτε δακτύλου ἐπερεισθέντος αὐτῷ πέφηνε τὸν ἀπὸ τῆς ἐπερείσεως τύπον φυλάττον.