1.

[7.375] καίτοι τί λέγω τὸ ὕδωρ, ὅτε καὶ ὁ μαλακώτατος κηρός, στερρὸς ἤδη κατὰ σύγκρισιν ὑπάρχων, τυποῦται μὲν ὑπό τινος ἅμα νοήματι διὰ τὴν ὑγρότητα, οὐ συνέχει δὲ τὸν τύπον; εἰ οὖν τὸ αὐτὸ κατὰ σύμβλησιν πεπηγὸς παρὰ τὸ ὕδωρ σῶμα καθεστὼς σφόδρα ἀδυνάτως ἔχει τύπους τινὰς περὶ αὑτῷ φυλάττειν, φανερὸν δήπουθεν, ὅτι οὐδὲ τὸ πνεῦμα φύσιν ἔχει πρὸς τοῦτο ἐπιτήδειον, λεπτομερέστερον καὶ εὔρουν παρὰ τὰ τοιαῦτα τῶν σωμάτων ὑπάρχον.