1.

[7.376] Ναί, ἀλλ' οὐ κυρίως τύπωσίς ἐστιν ἡ φαντασία, ψιλὴ δὲ ἑτεροίωσις τῆς διανοίας. ὃ πάλιν τοῦ προτέρου χεῖρον (Cfr. §§ 359-360) ἦν . τῶν γὰρ ἑτεροιώσεων ἡ μέν τίς ἐστι κατὰ πάθος, ἡ δὲ ὡς ἀλλαγὴ τοῦ ὑποκειμένου, καὶ κατὰ πάθος μὲν οἷον εἰ ὁ αὐτὸς κατ' οὐσίαν καὶ μορφὴν ὑποκείμενος ἀνδριὰς παρὰ μέρος ὁτὲ μὲν θερμαίνοιτο τοῦ ἡλίου προσλάμψαντος, ὁτὲ δὲ ψύχοιτο νυκτὸς δρόσου καταπιπτούσης, ὡς ἀλλαγὴ δὲ τοῦ ὑποκειμένου, καθάπερ εἰ χωνευθεὶς οὗτος ὁ ἀνδριὰς σφαῖρα χάλκειος γένοιτο.