1.

[7.377] εἰ οὖν ἑτεροίωσις τῆς ψυχῆς ἐστιν ἡ φαντασία, ἤτοι κατὰ πάθος ψιλῶς ἐστιν ἑτεροίωσις ἢ κατὰ ἀλλαγὴν τοῦ ὑποκειμένου. καὶ εἰ μὲν κατὰ πάθος, ἐπεὶ κατὰ τὰς διαφόρους φαντασίας πάθος διάφορόν ἐστι, τὸ νέον πάθος ἀλλάσσει τὸ ἀρχαιότερον, καὶ οὕτως οὐκ ἔσται κατοχή τινος πράγματος περὶ τὴν διάνοιαν, ὅπερ ἄτοπον˙ εἰ δὲ ὡς ἀλλαγὴ τοῦ ὑποκειμένου, ἅμα τῷ φαντασίαν τινὸς λαβεῖν ἡ ψυχὴ ἑτεροιουμένη ἐκβήσεται τοῦ ψυχὴ τυγχάνειν καὶ φθαρήσεται, καθάπερ καὶ ὁ εἰς σφαῖραν χωνευθεὶς ἀνδριὰς ἐξέβαινε τότε τοῦ ἀνδριὰς ὑπάρχειν. οὐκ ἄρα οὐδὲ ἑτεροίωσις ψυχῆς ἐστιν