1.

[7.378] ἡ φαντασία, σὺν τῷ καὶ τὴν περὶ μεταβολῆς ἀπορίαν αὐτοὺς θλίβειν. εἰ γὰρ μεταβάλλει τι καὶ ἑτεροιοῦται, ἤτοι τὸ μένον μεταβάλλει τε καὶ ἑτεροιοῦται ἢ τὸ μὴ μένον. οὔτε δὲ τὸ μένον ἑτεροιοῦται καὶ μεταβάλλει, μένει γὰρ ἐν τῷ εἶναι οἷον ἦν, οὔτε τὸ μὴ μένον˙ ἔφθαρται γὰρ καὶ μεταβέβληται, ἀλλ' οὐ μεταβάλλει. οἷον εἰ μεταβάλλει τὸ λευκόν, ἤτοι μένον λευκὸν μεταβάλλει ἢ μὴ μένον.