1.

[7.379] οὔτε δὲ μένον λευκὸν μεταβάλλει, μένει γὰρ λευκόν, καὶ ἐφ' ὅσον ἐστὶ λευκόν, οὐ μεταβάλλει˙ οὔτε μὴ μένον, ἔφθαρται γὰρ καὶ μεταβέβληται, ἀλλ' οὐ μεταβάλλει. οὐκ ἄρα μεταβάλλει τὸ λευκόν. διὸ καὶ ἡ φαντασία εἰ μεταβολή τίς ἐστι καὶ ἑτεροίωσις τῆς ψυχῆς, ἀνυπόστατός ἐστιν.