1.

[7.381] Δεδόσθω δὲ καὶ τὸ τύπωσιν ὑπάρχειν τοῦ ἡγεμονικοῦ ταύτην˙ ἀλλ' ἐπεὶ οὐκ ἄλλως ἀναγγέλλεται ἡ τοιαύτη τύπωσις τῷ ἡγεμονικῷ εἰ μὴ διὰ τῆς αἰσθήσεως, οἷον ὁράσεως ἀκοῆς ἢ ἄλλης τινὸς τοιαύτης δυνάμεως, ζητῶ, πότερον, οἵα ἐστὶν ἡ περὶ τὴν αἴσθησιν ἑτεροίωσις, τοιαύτη γίνεται καὶ ἡ περὶ τῷ ἡγεμονικῷ, ἢ διάφορος. καὶ εἰ μὲν ἡ αὐτή, ἐπεὶ ἑκάστη τῶν αἰσθήσεων ἄλογός ἐστι, καὶ τὸ 〈ἡγεμονικὸν〉 ἑτεροιούμενον ἄλογον ἔσται καὶ οὐ διαφέρον τῆς αἰσθήσεως˙