1.

[7.382] εἰ δὲ διάφορος, οὐ τοιοῦτον λήψεται τὸ φανταστὸν ὁποῖον ὑπόκειται, ἀλλ' ἕτερον μὲν ἔσται τὸ ὑποκείμενον, διαφέρουσα δὲ ἡ περὶ τῷ ἡγεμονικῷ συνισταμένη φαντασία. ὃ πάλιν ἐστὶν ἄτοπον. οὐδὲ ταύτῃ τοίνυν τύπωσιν εἶναι ῥητέον ἡγεμονικοῦ καὶ ἑτεροίωσιν τὴν φαντασίαν.