1.

[7.383] Πρὸς τούτοις ἡ φαντασία ἀποτέλεσμά ἐστι τοῦ φανταστοῦ, καὶ τὸ φανταστὸν αἴτιόν ἐστι τῆς φαντασίας καὶ τυπωτικὸν καθειστήκει τῆς αἰσθητικῆς δυνάμεως, διενήνοχέ τε τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος αὐτὸ αἰτίου. ὅθεν ἐπεὶ ταῖς φαντασίαις ἐπιβάλλει ὁ νοῦς, λήψεται τὰ ἀποτελέσματα τῶν φανταστῶν, ἀλλ' οὐ τὰ ἐκτὸς φανταστά.