1.

[7.384] καὶ εἰ λέγοι τις ἐκ τῶν περὶ αὐτῷ πείσεων καὶ παθῶν τοῖς ἐκτὸς ἐπιβάλλειν αὐτόν, τὰς ἀνώτερον (Cfr. §§ 357 sqq. et 381) εἰρημένας μετοίσομεν ἀπορίας. ἤτοι γὰρ τὰ αὐτά ἐστι ταῖς ἡμετέραις φαντασίαις τὰ ἐκτός, ἢ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη, ὅμοια δέ. πῶς γὰρ δύναται τὸ αὐτὸ αἴτιόν τε καὶ ἀποτέλεσμα ἑαυτοῦ νοεῖσθαι;