1.

[7.385] εἰ δ' ὅμοια, ἐπεὶ τό τινι ὅμοιον ἕτερόν ἐστιν ἐκείνου τοῦ ᾧ ὅμοιόν ἐστιν (Cfr. § 357 sq.), ἡ διάνοια τὰ ὅμοια τοῖς φανταστοῖς ἀλλ' οὐ τὰ φανταστὰ εἴσεται, σὺν τῷ καὶ τοῦτο ἄπορον εἶναι. πῶς γὰρ εἴσεται ἡ διάνοια, ὅτι ὅμοιά ἐστι ταῖς φαντασίαις τὰ φανταστά; ἤτοι γὰρ χωρὶς φαντασίας τοῦτο αὐτὸ γνώσεται ἢ φαντασίᾳ τινί. καὶ χωρὶς μὲν φαντασίας ἀμήχανον˙ οὐδὲν γὰρ ἡ διάνοια μὴ φαντασιουμένη πέφυκε λαμβάνειν.