[51] τοῦ δὲ μαιευτικοῦ Ἀλκιβιάδαι Θεάγης Λύσις Λάχης˙ τοῦ δὲ πειραστικοῦ Εὐθύφρων Μένων Ἴων Χαρμίδης Θεαίτητος˙ τοῦ δὲ ἐνδεικτικοῦ ὡς ὁ Πρωταγόρας˙ καὶ τοῦ ἀνατρεπτικοῦ Εὐθύδημος Γοργίας Ἱππίαι δύο. καὶ περὶ μὲν διαλόγου τί ποτέ ἐστι καὶ τίνες αὐτοῦ διαφοραί, 〈τοσαῦτα〉 ἀπόχρη λέγειν.
Ἐπεὶ δὲ πολλὴ στάσις ἐστὶ καὶ οἱ μέν φασιν αὐτὸν δογματίζειν, οἱ δ' οὔ, φέρε καὶ περὶ τούτου διαλάβωμεν. αὐτὸ τοίνυν τὸ δογματίζειν ἐστὶ δόγματα τιθέναι ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή.

[51] τοῦ δὲ μαιευτικοῦ Ἀλκιβιάδαι 〈δύο〉, Θεάγης, [22320] Λύσις, Λάχης˙ τοῦ δὲ πειραστικοῦ Εὐθύφρων, Μένων, Ἴων, Χαρμίδης, Θεαίτητος˙ τοῦ δὲ ἐνδεικτικοῦ ὡς ὁ Πρωταγόρας˙ καὶ τοῦ ἀνατρεπτικοῦ Εὐθύδημος, Γοργίας, Ἱππίαι δύο. Καὶ περὶ μὲν διαλόγου τί ποτέ ἐστι καὶ τίνες αὐτοῦ διαφοραί, 〈τοσαῦτα〉 ἀπόχρη λέγειν.
[2241] Ἐπεὶ δὲ πολλὴ στάσις ἐστὶ καὶ οἱ μέν φασιν αὐτὸν δογματίζειν, οἱ δ' οὔ, φέρε καὶ περὶ τούτου διαλάβωμεν. Αὐτὸ τοίνυν τὸ δογματίζειν ἐστὶ δόγματα τιθέναι ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. Δόγματα δὲ ἑκατέρως καλεῖται, [2245] τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή.