1.

[7.390] εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής, καὶ τὸ μὴ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ, κατὰ φαντασίαν ὑφιστάμενον, ἔσται ἀληθές, καὶ οὕτω τὸ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ γενήσεται ψεῦδος. καὶ χωρὶς δὲ τῆς τοιαύτης περιτροπῆς παρὰ τὰ φαινόμενά ἐστι καὶ τὴν ἐνάργειαν τὸ λέγειν πᾶσαν φαντασίαν εἶναι ἀληθῆ, πολλῶν πάνυ ψευδῶν οὐσῶν.