1.

[7.391] οὐχ ὡσαύτως γὰρ κινούμεθα πρὸς τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽ ἐπὶ τοῦ παρόντος καὶ πρὸς τὸ ῾῾νὺξ ἔστι,᾽᾽ τό τε ζῆν Σωκράτη καὶ τεθνάναι, οὐδὲ τὴν ἴσην ποτὲ ταῦτα προσβάλλει ἐνάργειαν, ἀλλὰ τὸ μὲν ἡμέραν νῦν εἶναι καὶ τὸ Σωκράτη τεθνάναι πιστὸν ἔοικεν ὑπάρχειν, τὸ δὲ νύκτα εἶναι καὶ τὸ ζῆν Σωκράτη οὐχ ὁμοίως ἐστὶ πιστόν, ἀλλὰ ῶν ἀνυπάρκτων φαίνεται.