1.

[7.392] καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῆς ἔν τισι πράγμασιν ἀκολουθίας τε καὶ μάχης [ἀληθής τε καὶ ψευδής ἐστιν]. τῷ μὲν γὰρ ἡμέραν εἶναι τὸ φῶς εἶναι καὶ τῷ περιπατεῖν σε τὸ κινεῖσθαί σε ἐμφανῶς ἀκολουθεῖ, τῷ δὲ ἡμέραν εἶναι τὸ νύκτα εἶναι καὶ τῷ περιπατεῖν σε τὸ μὴ κινεῖσθαί σε προδήλως ἐμάχετο, καὶ ἡ τοῦ ἑτέρου θέσις ἄρσις ἦν τοῦ λοιποῦ καὶ εἰ μὲν συνακολουθεῖ τί τινι, καὶ μάχεται πάντως ἕτερον ἑτέρῳ. εἰ δέ ἐστί τί τινι μαχόμενον, οὐ πᾶσα φαντασία ἐστὶν ἀληθής˙ τὸ γάρ τινι μαχόμενον ὡς ἀληθὲς ψεύδει ἢ ὡς ψεῦδος ἀληθεῖ μάχεται.