1.

[7.393] εἴπερ τε πάσας συμβέβηκε τὰς φαντασίας εἶναι ἀληθεῖς, οὐδέν ἐστιν ἡμῖν ἄδηλον. ἀληθοῦς γάρ τινος ὄντος καὶ ψεύδους, εἶτ' ἀγνοουμένου τί τούτων ἐστὶν ἀληθὲς καὶ τί ψεῦδος, τὸ ἀδηλούμενον ἡμῖν συνίσταται, καὶ ὁ λέγων ῾῾ἄδηλόν ἐστί μοι τὸ ἀρτίους ἢ περισσοὺς εἶναι τοὺς ἀστέρας᾽᾽ (Cfr. § 243) δυνάμει λέγει μὴ ἐπίστασθαι πότερον ἀληθές ἐστι καὶ πότερον ψεῦδος, τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ περισσούς. ὥστε εἰ πάντα ἐστὶν ἀληθῆ καὶ πᾶσαι φαντασίαι εἰσὶν ἀληθεῖς, οὐδέν ἐστιν ἡμῖν ἄδηλον. εἰ δὲ μηδέν ἐστιν ἡμῖν ἄδηλον, πάντ' ἔσται πρόδηλα. εἰ δὲ πάντα ἐστὶ πρόδηλα, οὐδὲν ἔσται τὸ ζητεῖν καὶ ἀπορεῖν περί τινος˙ ζητεῖ γάρ τις καὶ ἀπορεῖ περὶ τοῦ ἀδηλουμένου αὐτῷ πράγματος, ἀλλ' οὐχὶ περὶ τοῦ φανεροῦ. ἄτοπον δέ γέ ἐστι τὸ ζήτησιν καὶ ἀπορίαν ἀναιρεῖν˙ οὐκ ἄρα πᾶσα φαντασία ἐστὶν ἀληθής, οὐδὲ πάντα ἐστὶν ἀληθῆ.