1.

[7.396] ἣ μὲν γὰρ τοῦ ἀληθὲς εἶναι ἀλλὰ μὴ ψεῦδος ἔστιν ἀπόδειξις˙ μηδενὸς δὲ ὄντος ψεύδους οὐ χρεία τοῦ διδάξοντος ὅτι οὐκ ἔστι ψεῦδος˙ τὸ δὲ σημεῖον καὶ τὸ τεκμήριον ἐπηγγέλλετο ἐκκαλυπτικὸν εἶναι τοῦ ἀδηλουμένου, πάντων δὲ ἀληθῶν ὄντων καὶ δι' αὑτῶν προφανῶν οὐ χρῄζομεν τοῦ μηνύσοντος τὸ μὴ γινωσκόμενον, εἴτε ἀληθές ἐστιν εἴτε καὶ ψεῦδος.