1.

[7.397] Καίτοι τί περὶ τούτων διέξιμεν, ὅτε οὔτε ζῷον οὔτε κοινῶς κόσμος ὑποκείσεται συγχωρηθέντος τοῦ πάσας τὰς φαντασίας ἀληθεῖς ὑπάρχειν; εἰ γὰρ πάντα ἐστὶν ἀληθῆ, πάντα ἡμῖν γενήσεται πρόδηλα, καὶ εἰ τοῦτο, ἔσται ὑγιές τε καὶ ἀληθὲς καὶ τὸ πάντα ἡμῖν εἶναι ἄδηλα, ἓν ἐκ τῶν πάντων καθεστώς˙ ἀληθοῦς δὲ ὄντος τοῦ πάντα ἄδηλα τυγχάνειν, οὔτε ζῷον οὔτε φυτὸν οὔτε κόσμον προσδεξόμεθα φαίνεσθαι ἡμῖν˙