1.

[7.398] ὅπερ ἐστὶν ἄτοπον. λεκτέον ἄρα διὰ ταῦτα πάντα μὴ πάσας τὰς φαντασίας εἶναι ἀληθεῖς καὶ πιστάς, καὶ μὴν οὐδὲ πάσας ψευδεῖς διὰ τὰς ἀναλόγους αἰτίας˙ ἰσοδυναμεῖ γὰρ τῷ πάσας εἶναι ἀληθεῖς καὶ τὸ πάσας εἶναι ψευδεῖς. διὸ καὶ πάντα σχεδὸν τὰ προειρημένα ἡμῖν ἔσται καὶ ἐπὶ τὴν τοιαύτην μεταφέρειν στάσιν.