1.

[7.399] εἰ γὰρ πᾶσαι αἱ φαντασίαι εἰσὶ ψευδεῖς καὶ οὐδέν ἐστιν ἀληθές, ἀληθές ἐστι τὸ "οὐδέν ἐστιν ἀληθές." εἰ ἄρα μηδέν ἐστιν ἀληθές, ἔστιν ἀληθές˙ καὶ οὕτως εἰς τοὐναντίον τῇ προθέσει περιήχθησαν οἱ περὶ τὸν Ξενιάδην (Cfr. §§ 48, 388 ), λέγοντες πάσας τὰς φαντασίας εἶναι ψευδεῖς καὶ μηδὲν ὅλως ἐν τοῖς οὖσιν ὑπάρχειν ἀληθές. καθόλου γὰρ ἀμήχανόν ἐστι τῶν ἐπὶ μέρους τι λέγοντα ψεῦδος μὴ οὐχὶ καὶ ἀληθὲς ὁρίζειν. οἷον ὅτε λέγομεν ψεῦδος εἶναι τὸ Α, τοῦ μὲν Α τὸ ψεῦδος αὐτὸ ὑπάρχειν κατηγοροῦμεν, τὸ δὲ ῾῾ψεῦδός ἐστι τὸ Α᾽᾽ τίθεμεν, ὥστε δυνάμει τοιοῦτόν τι ἀποφαίνεσθαι ῾῾ἀληθές ἐστι τὸ ψεῦδος εἶναι τὸ Α.᾽᾽ ἅμα οὖν τῷ ψεῦδός τι λέγειν καὶ τὸ εἶναι ἀληθὲς ἐξ ἀνάγκης ὁρίζομεν.