1.

[7.400] ἔνεστι δὲ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐνταυθοῖ διδάσκειν, ὅτι ἐναργεῖς σχεδόν εἰσι τῶν φαντασιῶν αἱ διαφοραί, καθ' ἃς αἱ μὲν ἐπισπῶνται ἡμῶν τὴν συγκατάθεσιν, αἱ δ' ἀποκρούονται, καὶ οὔτε ἅπασαι ἐπισπῶνται κοινῶς οὔτε ἅπασαι συλλήβδην ἀποκρούονται, ἐπεί τοι μηδεμιᾶς οὔσης τῆς διαφορᾶς, ἀλλὰ πασῶν ἐπ' ἴσης ἀπίστων οὐσῶν ἢ πιστῶν, οὔτε τέχνη ποτ' ἂν οὔτε ἀτεχνία καθειστήκει, οὐκ ἔπαινος, οὐκ ἐπιτίμησις, οὐκ ἀπάτη˙ ἐνοεῖτο γὰρ ἡ μὲν τέχνη καὶ ἀποδοχὴ καὶ τὸ ἀνεξαπάτητον κατὰ τὰς ἀληθεῖς φαντασίας, ἡ δὲ ἀπάτη καὶ ἐπιτίμησις κατὰ τὰς ψευδεῖς. οὔτε οὖν πάσας ἀληθεῖς εἶναι ῥητέον καὶ πιστὰς οὔτε πάσας ψευδεῖς καὶ ἀπίστους.