1.

[7.401] Λείπεται ἄρα τὰς μὲν πιστὰς τὰς δὲ ἀπίστους ἀξιοῦν, ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας ἔλεγον, οἱ μὲν ἀπὸ τῆς Στοᾶς τὰς καταληπτικὰς φαντασίας ἀποδεχόμενοι, οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας τὰς πιθανὰς (Cfr. §§ 164 sqq. et 237 sqq.) εἶναι δοκούσας. τοῦτο δὲ καὶ αὐτὸ σκεψαμένοις ἡμῖν ἀκριβῶς εὐχῇ μᾶλλον ἔοικεν ἢ ἀληθείᾳ.