1.

[7.402] ἦν γὰρ καταληπτικὴ φαντασία, ἵνα τις ἀπὸ ταύτης ἄρχηται, ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ' αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος (Cfr. §§ 248,252). τούτων δὲ τὰ μὲν ἄλλα λέγουσιν οἱ περὶ τὸν Καρνεάδην συγχωρήσειν τοῖς ἀπὸ τῆς Στοᾶς, τὸ δὲ ῾῾οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος᾽᾽(Cfr. § 164) ἀσυγχώρητον εἶναι. γίνονται γὰρ καὶ ἀπὸ μὴ ὑπαρχόντων φαντασίαι ὡς ἀπὸ ὑπαρχόντων.