1.

[7.404]
‘ταφὼν γὰρ ἀνόρουσεν Ἀχιλλεύς
χερσί τε συμπλατάγησεν, ἔπος τ' ὀλοφυδνὸν ἔειπεν.’ καὶ ὃν τρόπον ἐν 〈ὑγιεῖ〉 καταστάσει τοῖς τρανότατα φαινομένοις πιστεύομεν καὶ συγκατατιθέμεθα, οἷον Δίωνι μὲν ὡς Δίωνι, Θέωνι δὲ ὡς Θέωνι προσφερόμενοι, οὕτω καὶ ἐν μανίᾳ τὸ παραπλήσιον πάσχουσί τινες.