1.

[7.405] ὁ γοῦν Ἡρακλῆς μανείς, καὶ λαβὼν φαντασίαν ἀπὸ τῶν ἰδίων παίδων ὡς Εὐρυσθέως, τὴν ἀκόλουθον πρᾶξιν ταύτῃ τῇ φαντασίᾳ (Cfr. M VIII 67) συνῆψεν. ἀκόλουθον δὲ ἦν τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας ἀνελεῖν, ὅπερ καὶ ἐποίησεν. εἰ οὖν καταληπτικαί τινές εἰσι φαντασίαι παρόσον ἐπάγονται ἡμᾶς εἰς συγκατάθεσιν καὶ εἰς τὸ τὴν ἀκόλουθον αὐταῖς πρᾶξιν συνάπτειν, ἐπεὶ καὶ ψευδεῖς τοιαῦται πεφήνασι, λεκτέον ἀπαραλλάκτους εἶναι ταῖς καταληπτικαῖς φαντασίαις τὰς ἀκαταλήπτους.