1.

[7.406] καὶ μὴν ὃν τρόπον ἀπὸ τῶν τόξων ἐλάμβανε φαντασίαν ὁ ἥρως, οὕτω καὶ ἀπὸ τῶν ἰδίων παίδων ὅτι Εὐρυσθέως εἰσὶ παῖδες. μία γὰρ καὶ ἡ αὐτὴ προϋπέκειτο καὶ ὡσαύτως ἔχοντι φαντασία. ἀλλ' ἦν ἡ μὲν ἀπὸ τῶν τόξων ἀληθής, ἡ δὲ ἀπὸ τῶν παίδων ψευδής.