1.

[7.407] ἐπ' ἴσης οὖν κινουσῶν ἀμφοτέρων ὁμολογητέον ἀπαράλλακτον εἶναι τὴν ἑτέραν τῇ ἑτέρᾳ˙ καὶ εἰ ἡ ἀπὸ τῶν τόξων λέγεται καταληπτική, ὅτι 〈ἡ〉 ἀκόλουθος αὐτῇ πρᾶξις ἐπεζεύχθη τοῖς τόξοις αὐτοῦ ὡς τόξοις χρησαμένου, λεγέσθω καὶ ἡ ἀπὸ τῶν παίδων μὴ διαφέρειν ταύτης, παρόσον καὶ ταύτῃ τὸ ἀκόλουθον ἐπεζεύχθη ἔργον, τουτέστι τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας δεῖν ἀναιρεῖν.