1.

[7.408] ἀλλὰ γὰρ αὕτη μὲν ἡ ἀπαραλλαξία τῶν τε καταληπτικῶν καὶ τῶν ἀκαταλήπτων φαντασιῶν κατὰ τὸ ἐναργὲς καὶ ἔντονον ἰδίωμα παρίσταται. οὐδὲν δὲ ἧττον δείκνυται τοῖς ἀπὸ τῆς Ἀκαδημίας καὶ ἡ κατὰ χαρακτῆρα καὶ [ἡ] κατὰ τύπον. καλοῦσι δὲ ἐπὶ τὰ φαινόμενα τοὺς Στωικούς.