1.

[7.410] ὁ δ' αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ διδύμων˙ λήψεται γὰρ ψευδῆ φαντασίαν ὁ σπουδαῖος καὶ ὡς ἀπὸ ὑπάρχοντος καὶ κατ' αὐτὸ τὸ ὑπάρχον (Cfr. § 248) ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἔχων τὴν φαντασίαν, ἐὰν ἀπὸ Κάστορος ὡς ἀπὸ Πολυδεύκους φαντασιωθῇ. ἐντεῦθεν γοῦν καὶ ὁ ἐγκεκαλυμμένος συνέστη λόγος˙ ἐὰν γὰρ προκύψαντος δράκοντος θέλωμεν τῷ ὑποκειμένῳ ἐπιστῆναι, εἰς πολλὴν ἀπορίαν ἐμπεσούμεθα, καὶ οὐχ ἕξομεν λέγειν, πότερον ὁ αὐτός ἐστι δράκων τῷ πρότερον προκύψαντι ἢ ἕτερος, πολλῶν ἐνεσπειραμένων τῷ αὐτῷ φωλεῷ δρακόντων.