1.

[7.411] οὐ τοίνυν ἔχει τι ἰδίωμα ἡ καταληπτικὴ φαντασία ᾧ διαφέρει τῶν ψευδῶν τε καὶ ἀκαταλήπτων φαντασιῶν.
Πρὸς τούτοις, εἴ τι ἄλλο καταληπτικόν τινός ἐστι, καὶ ἡ ὅρασις. οὐχὶ δέ γ' αὕτη καταληπτική τινός ἐστιν, ὡς παραστήσομεν˙ οὐκ ἄρα ἔστι τι καταληπτικόν τινος.