1.

[7.412] ἡ γὰρ ὅρασις λαμβάνειν μὲν δοκεῖ χρώματα καὶ μεγέθη καὶ σχήματα καὶ κινήσεις, τούτων δὲ οὐδὲν λαμβάνει, καθάπερ εὐθὺς ἀπὸ τῶν χρωμάτων ἀρξαμένοις ἡμῖν φανεῖται. εἴπερ οὖν ἡ ὅρασις καταλαμβάνεταί τι χρῶμα, φασὶν οἱ ἐξ Ἀκαδημίας, καὶ τὸ τοῦ ἀνθρώπου καταλήψεται˙ οὐ καταλαμβάνεται δὲ τοῦτο˙ οὐδ' ἄλλο τοίνυν καταλήψεται χρῶμα.