1.

[7.413] καὶ ὅτι οὐ καταλαμβάνεται, πρόδηλον˙ μεταβάλλει γὰρ κατὰ ὥρας ἐνεργείας φύσεις ἡλικίας περιστάσεις νόσους ὑγείαν ὕπνον ἐγρήγορσιν, ὥστε τὸ μὲν οὕτως αὐτὸ ποικίλλεσθαι γινώσκειν ἡμᾶς, τὸ δὲ τί ἐστι τὸ κατ' ἀλήθειαν ἀγνοεῖν. ταύτῃ τε εἰ τοῦτο μὴ ἔστι καταληπτόν, οὐδ' ἄλλο τι γενήσεται γνώριμον.