1.

[7.414] καὶ μὴν καὶ ἐπὶ σχήματος τὸ αὐτὸ γένος τῆς ἀπορίας εὑρήσομεν˙ τὸ γὰρ αὐτὸ λεῖον καὶ τραχὺ ὑποπίπτει ὡς ἐπὶ τῶν γραφῶν, στρογγύλον τε καὶ τετράγωνον ὡς ἐπὶ πύργων, εὐθύ τε καὶ κεκλασμένον ὡς ἐπὶ τῆς ἐξάλου τε καὶ ἐνάλου κώπης, καὶ ἐπὶ κινήσεως κινούμενον καὶ ἠρεμοῦν, ὡς ἐπὶ τῶν ἐν νηὶ καθεζομένων ἢ ἐπὶ τῶν ἐν αἰγιαλοῖς ἑστώτων (Cfr. PH 92, 102, 118 et 119).