1.

[7.416] ἐπὶ γὰρ τοῦ σωρίτου (Cfr. PH II 253) τῆς ἐσχάτης καταληπτικῆς φαντασίας τῇ πρώτῃ ἀκαταλήπτῳ παρακειμένης καὶ δυσδιορίστου σχεδὸν ὑπαρχούσης, φασὶν οἱ περὶ τὸν Χρύσιππον (Cfr.
SVF fr. II 276 Arn. (ed).
et PH II 253), ὅτι ἐφ' ὧν μὲν φαντασιῶν ὀλίγη τις οὕτως ἐστὶ διαφορά, στήσεται ὁ σοφὸς καὶ ἡσυχάσει, ἐφ' ὧν δὲ πλείων προσπίπτει, ἐπὶ τούτων συγκαταθήσεται τῇ ἑτέρᾳ ὡς ἀληθεῖ.