1.

[7.417] ἐὰν οὖν παραστήσωμεν ἡμεῖς πολλὰ ψευδῆ καὶ ἀκατάληπτα τῇ καταληπτικῇ φαντασίᾳ παρακείμενα, δῆλον ὡς ἐσόμεθα κατεσκευακότες τὸ μὴ δεῖν συγκατατίθεσθαι τῇ καταληπτικῇ φαντασίᾳ, ἵνα μὴ ταύτῃ συναινέσαντες προπέσωμεν διὰ τὴν γειτνίασιν καὶ εἰς τὴν τῶν ἀκαταλήπτων καὶ ψευδῶν συγκατάθεσιν, κἂν ὅτι μάλιστα πολλὴ περὶ τὰς φαντασίας προσπίπτειν δοκῇ διαφορά.