1.

[7.418] τὸ δὲ λεγόμενον σαφὲς ἔσται ἐπὶ παραδείγματος. ὑποκείσθω γὰρ καταληπτικὴ μὲν φαντασία ἡ ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστίν᾽᾽, ἥτις καὶ κατὰ πολὺ φαίνεται κεχωρισμένη τῆς ῾῾τὰ μύρια ὀλίγα ἐστίν᾽᾽ ἑτέρας. οὐκοῦν ἐπεὶ πλεῖστον ἀπέχει τῆς ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστί᾽᾽ καταληπτικῆς ἡ ῾῾τὰ μύρια ὀλίγα ἐστίν᾽᾽ ἀκατάληπτος, οὐκ ἐφέξει ὁ σπουδαῖος μεγάλης προσπιπτούσης διαφορᾶς, ἀλλὰ συγκαταθήσεται μὲν τῇ ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστί᾽᾽ καταληπτικῇ φαντασίᾳ, οὐ συγκαταθήσεται δὲ τῇ ῾῾τὰ μύρια ὀλίγα ἐστίν᾽᾽ ἀκαταλήπτῳ.