1.

[7.419] ἀλλ' εἰ τῇ ῾῾τὰ μύρια ὀλίγα ἐστίν᾽᾽ οὐ συγκαταθήσεται ὁ σοφός, παρόσον πολλῷ κεχώρισται τῆς ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστίν᾽᾽, φανερὸν δήπουθεν ὅτι συγκαταθήσεται τῇ ῾῾τὰ πεντήκοντα 〈ἓν〉 ὀλίγα ἐστίν᾽᾽˙ οὐδὲν γάρ ἐστι μεταξὺ ταύτης καὶ τῆς ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστίν᾽᾽. ἦν δέ γε ἡ ῾῾τὰ πεντήκοντα ἓν ὀλίγα ἐστί᾽᾽, καταληπτικῆς ἐσχάτως ὑποκειμένης 〈τῆς〉 ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστί᾽᾽, πρώτη ἀκατάληπτος. συγκαταθήσεται ἄρα ὁ σπουδαῖος ἀκαταλήπτῳ φαντασίᾳ τῇ ῾῾τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν᾽᾽˙ καὶ εἰ ταύτῃ συγκαταθήσεται, μηδεμίαν ἐχούσῃ διαφορὰν πρὸς τὴν ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστί᾽᾽, συγκαταθήσεται καὶ τῇ ῾῾τὰ μύρια ὀλίγα ἐστίν᾽᾽ ἀκαταλήπτῳ.