1.

[7.420] πᾶσα γὰρ ἀκατάληπτος φαντασία ἀκαταλήπτῳ φαντασίᾳ ἐστὶν ἴση. ἐπεὶ οὖν ἡ μὲν ῾῾τὰ μύρια ὀλίγα ἐστίν᾽᾽ ἀκατάληπτος ἴση ἐστὶ τῇ ῾῾τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν᾽᾽ (Cfr. M I 68 et DL II 10, 108), οὐδενὶ δὲ διέφερε καὶ ἐκεχώριστο τῆς ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστί᾽᾽ καταληπτικῆς, ἴση γενήσεται τῇ ῾῾τὰ μύρια ὀλίγα ἐστίν᾽᾽ ἀκαταλήπτῳ φαντασίᾳ ἡ ῾῾τὰ πεντήκοντα ὀλίγα ἐστί᾽᾽ καταληπτική.