1.

[7.422] τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον, ἐπεὶ πρῶτον μὲν μαχέσονται ἑαυτοῖς καὶ τῇ φύσει τῶν πραγμάτων οἱ Στωικοί. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπου, καθὸ ἄνθρωπός ἐστιν, οὐ διαφέρει, οὐδὲ λίθος λίθου, οὕτως οὔτε ἀκατάληπτος φαντασία ἀκαταλήπτου φαντασίας διενήνοχεν, ᾗ ἀκατάληπτός ἐστιν, οὔτε ψευδὴς ψευδοῦς, ᾗ ψευδής ἐστιν. κἀντεῦθεν ὁρμώμενοι οἱ περὶ τὸν Ζήνωνα (Cfr.
SVF fr. I 224 Arn. (ed).
) ἐδίδασκον ὅτι ἴσα ἐστὶ τὰ ἁμαρτήματα.