1.

[7.423] εἶτα ἔστω τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον. τί τοῦτο αὐτοῖς βοηθεῖν δύναται; ἀκολουθήσει γὰρ τῇ μὲν μᾶλλον ἀκαταλήπτῳ μὴ συγκατατίθεσθαι τὸν σοφόν, τῇ δὲ ἧσσον συγκατατίθεσθαι, ὅπερ ἐστὶν ἄτοπον˙ ἀπλανὲς γὰρ εἶχε κριτήριον κατ' αὐτοὺς ὁ σοφός, καὶ κατὰ πάντα ἐθεοποιεῖτο διὰ τὸ μὴ δοξάζειν (Cfr. PH II 83), τουτέστι ψεύδει συγκατατίθεσθαι, ἐν ᾧ ἔκειτο ἡ ἄκρα κακοδαιμονία καὶ ἡ τῶν φαύλων διάπτωσις.