1.

[7.424] Ἵνα γε μὴν αἰσθητικὴ γένηται φαντασία κατ' αὐτούς, οἷον ὁρατική, δεῖ πέντε συνδραμεῖν, τό τε αἰσθητήριον καὶ τὸ αἰσθητὸν καὶ τὸν τόπον καὶ τὸ φῶς καὶ τὴν διάνοιαν, ὡς ἐὰν τῶν ἄλλων παρόντων ἓν μόνον ἀπῇ, καθάπερ διάνοια παρὰ φύσιν ἔχουσα, οὐ σωθήσεται, φασίν, ἡ ἀντίληψις. ἔνθεν καὶ τὴν καταληπτικὴν φαντασίαν ἔλεγόν τινες μὴ κοινῶς εἶναι κριτήριον, ἀλλ' ὅταν μηδὲν ἔχῃ κατὰ τὸν τόπον ἔνστημα (Cfr. § 253).