1.

[7.425] τοῦτο μέντοι τῶν ἀδυνάτων ἐστίν˙ καὶ γὰρ παρὰ τὰς διαφορὰς τῶν τόπων καὶ παρὰ τὰς τοῦ ἐκτὸς περιστάσεις καὶ παρ' ἄλλους πλείονας τρόπους οὔτε τὰ αὐτὰ οὔτε ὡσαύτως ἰνδάλλεται ἡμῖν τὰ πράγματα, καθάπερ ἀνώτερον ἐπελογισάμεθα (§ 249), ὥστε ὅτι μὲν φαίνεται πρὸς τῇδε τῇ αἰσθήσει καὶ τῇδε τῇ περιστάσει δύνασθαι λέγειν, τὸ δ' εἰ ταῖς ἀληθείαις τοιοῦτόν ἐστιν οἷον καὶ φαίνεται, ἢ ἀλλοῖον μέν ἐστιν, ἀλλοῖον δὲ φαίνεται, μὴ ἔχειν ἡμᾶς διαυθεντεῖν, διὰ δὲ τοῦτο μηδεμίαν εἶναι φαντασίαν χωρὶς ἐνστήματος.