1.

[7.426] Πῶς δ' οὐχὶ καὶ εἰς τὸν δι' ἀλλήλων ἐμπίπτουσι τρόπον (Cfr. § 341); ζητούντων γὰρ ἡμῶν τίς ἐστιν ἡ καταληπτικὴ φαντασία, ὁριζόμενοί φασιν (Cfr.
SVF fr. I 59 Arn. (ed).
) ῾῾ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ' αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος᾽᾽(Cfr. § 248). εἶτα πάλιν, ἐπεὶ πᾶν τὸ ὁρικῶς διδασκόμενον ἐκ γινωσκομένων διδάσκεται, προσανακρινόντων ἡμῶν τί ποτ' ἐστι καὶ τὸ ὑπάρχον, ἀναστρέψαντές φασιν ὅτι ῾῾ὑπάρχον ἐστὶν ὃ κινεῖ καταληπτικὴν φαντασίαν᾽᾽. ὥστε ἵνα μὲν μάθωμεν τὴν καταληπτικὴν φαντασίαν, προειληφέναι ὀφείλομεν τὸ ὑπάρχον, ἵνα δὲ τοῦτο, ἐπὶ τὴν καταληπτικὴν βαδίζειν φαντασίαν˙ καὶ οὕτω μηδέτερον γίνεσθαι σαφές, περιμένον τὴν ἐκ τοῦ ἑτέρου πίστιν.