1.

[7.428] τοῦτο οὖν τὸ κριτήριον ἤτοι καταληπτικὴ γενήσεται φαντασία ἢ οὐ καταληπτική. καὶ εἰ μὲν οὐ καταληπτική, ἀκολουθήσει καὶ πάντων ἁπαξαπλῶς 〈τὴν〉 μὴ καταληπτικὴν φαντασίαν κριτήριον εἶναι, ἧς ἔργον ἐστὶ τὸ καὶ τὴν καταληπτικὴν ἐξετάζειν, ὅπερ οὐ θελήσουσιν˙ εἰ δὲ καταληπτική, πρῶτον μὲν εὔηθες (αὐτὴν γὰρ ταύτην ἐζητοῦμεν κρίνειν πότε ἐστὶ