1.

[7.432] ἢ εἴπερ τοῦτο, παρόσον ἐστὶ διάφωνον, δεῖται τοῦ κρινοῦντος αὐτό, δεήσεται καὶ ἡ φαντασία τοῦ δοκιμάσοντος αὐτὴν καὶ παραστήσοντος εἰ τῷ ὄντι καταληπτική ἐστιν.
Ἄλλως τε, εἰ πᾶσα φαύλου κατ' αὐτοὺς ὑπόληψις ἄγνοιά ἐστι καὶ μόνος ὁ σοφὸς ἀληθεύει καὶ ἐπιστήμην ἔχει τἀληθοῦς βεβαίαν, ἀκολουθεῖ μέχρι δεῦρο ἀνευρέτου καθεστῶτος τοῦ σοφοῦ κατ' ἀνάγκην καὶ τἀληθὲς ἀνεύρετον εἶναι, διὰ δὲ τοῦτο καὶ πάντα ἀκατάληπτα τυγχάνειν, ἐπείπερ φαῦλοι πάντες ὄντες οὐκ ἔχομεν βεβαίαν τῶν ὄντων κατάληψιν.